Updated 01/01/10



Ἀριστοτέλης, ὁ φιλόσοφος, Σταγειρίτης ἦν τὸ γένος. ἐγένετο δὲ τῶι ἔτει τπδ´. ὀκτωκαιδέκατον ἔτος ἔχων, εἰς Ἀθήνας ἦλθε καὶ συσταθεὶς Πλάτωνι, διέτριψε παρὰ αὐτὸν εἴκοσιν ἔτη. ἀπέστη δὲ Πλάτωνος ἔτι περιόντος· ὧστε φασὶν ἐκεῖνον εἰπεῖν, Ἀριστοτέλης ἡμᾶς ἀπελάκτισε, καθαπερεὶ τὰ πωλάρια γεννησθέντα τὴν μητέρα. τῶι ἔτει τμγ´ δ᾽ ἦλθε εἰς Μακεδονίαν πρὸς Φίλιππον, καθηγούμενος Ἀλεξάνδρου. μετὰ δὲ τὴν Φιλίππου τελευτὴν ἀφικόμενος εἰς Ἀθήνας, ἐσχόλαζεν ἐν Λυκείωι ἔτη τρία πρὸς τοῖς δέκα. μετὰ δὲ τὴν Ἀλεξάνδρου τελευτὴν ἀπάιρας εἰς Χαλκίδα, νόσωι τελευτᾶι τῶι ἔτει τκβ´ πρὸ Χριστοῦ.

ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΜΙΚΡΑ ΦΥΣΙΚΑ
Αρχαίο Κείμενο: ed. W. D. Ross, Oxford 1955
Μετάφραση-Σχόλια: Π. Γρατσιάτου (Εκδόσεις ΦΕΞΗ 1912)