Updated 01/01/10
ΨΑΛΜΟΙ του Δαυίδ 1 I 2 I 3 I 4 I 5 I 6 I 7 I 8 I 9 I 10 I 11 I 12 I 13 I 14 I 15 I 16 I 17 I 18 I 19 I 20 I 21 I 22 I 23 I 24 I 25 I 26 I 27 I 28 I 29 I 30
31 I 32 I 33 I 34 I 35 I 36 I 37 I 38 I 39 I 40 I 41 I 42 I 43 I 44 I 45 I 46 I 47 I 48 I 49 I 50 I 51 I 52 I 53 I 54 I 55 I 56 I 57 I 58 I 59 I 60 I 61 I 62
63 I 64 I 65 I 66 I 67 I 68 I 69 I 70 I 71 I 72 I 73 I 74 I 75 I 76 I 77 I 78 I 79 I 80 I 81 I 82 I 83 I 84 I 85 I 86 I 87 I 88 I 89 I 90 I 91 I 92 I 93 I 94
ΜΑΚΑΡΙΟΣ ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. 2 ἀλλ᾿ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. 3 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται. 4 οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. 5 διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων· 6 ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
ΙΝΑΤΙ ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; 2 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. (διάψαλμα). 3 Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν. 4 ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. 5 τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. 6 ᾿Εγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ 7 διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. 8 αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. 9 ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. 10 καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. 11 δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. 12 δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. 13 ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ.
Ψαλμὸς τῷ Δαυΐδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου᾿Αβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ
2 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· 3 πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα). 4 σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. 5 φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα). 6 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. 7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. 8 ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 9 τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυΐδ.
2 ΕΝ τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς με. οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. 3 υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; (διάψαλμα). 4 καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 5 ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. (διάψαλμα). 6 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον. 7 πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; ᾿Εσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. 8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. 9 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με.
Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ Δαυΐδ.
2 ΤΑ ρήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου· 3 πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε· 4 τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωΐ παραστήσομαί σοι καὶ ἐπόψει με, 5 ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ· οὐ παροικήσει σοι πονηρευόμενος, 6 οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· 7 ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. 8 ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. 9 Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. 10 ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. 11 κρῖνον αὐτούς, ὁ Θεός. ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε. 12 καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. 13 ὅτι σὺ εὐλογήσεις δίκαιον· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυΐδ.
2 ΚΥΡΙΕ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. 3 ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, 4 καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ, Κύριε, ἕως πότε; 5 ἐπίστρεψον, Κύριε, ρῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. 6 ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ῞ᾼδῃ τίς ἐξομολογήσεταί σοι; 7 ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ᾿ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. 8 ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. 9 ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου· 10 ἤκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. 11 αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους.
Ψαλμὸς τῷ Δαυΐδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων
Χουσὶ υἱοῦ ᾿Ιεμενεί.
2 ΚΥΡΙΕ ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με, 3 μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος. 4 Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, 5 εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός· 6 καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. (διάψαλμα). 7 ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, 8 καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. 9 Κύριος κρινεῖ λαούς. κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾿ ἐμοί. 10 συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κατευθυνεῖς δίκαιον, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. 11 δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. 12 ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος καὶ μὴ ὀργὴν ἐπάγων καθ᾿ ἑκάστην ἡμέραν. 13 ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ρομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό· 14 καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. 15 ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. 16 λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο· 17 ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. 18 ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ῾Υψίστου.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυΐδ.
2 ΚΥΡΙΕ ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. 3 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. 4 ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας· 5 τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; 6 ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, 7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, 8 πρόβατα, καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, 9 τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. 10 Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!
Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ· ψαλμὸς τῷ Δαυΐδ.
2 ΕΞΟΜΟΛΟΓΗΣΟΜΑΙ σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου· 3 εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, ῞Υψιστε. 4 ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου, 5 ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. 6 ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 7 τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες· ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ᾿ ἤχου, 8 καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει. ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, 9 καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. 10 καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψεσι· 11 καὶ ἐλπισάτωσαν ἐπὶ σοὶ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε. 12 ψάλατε τῷ Κυρίῳ, τῷ κατοικοῦντι ἐν Σιών, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ, 13 ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. 14 ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, 15 ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου. 16 ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν. 17 γινώσκεται Κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. (ᾠδὴ διαψάλματος). 18 ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ, 19 ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος. 20 ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου. 21 κατάστησον, Κύριε, νομοθέτην ἐπ᾿ αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν. (διάψαλμα). (Μασ. 10 1-18). 22 ῾Ινατί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψεσιν; 23 ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός, συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται. 24 ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται· 25 παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει· οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. 26 βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει· 27 εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐ μὴ σαλευθῶ, ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ. 28 οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. 29 ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων, ἐν ἀποκρύφοις τοῦ ἀποκτεῖναι ἀθῷον· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν· 30 ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν· 31 ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν, κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων. 32 εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· ἐπιλέλησται ὁ Θεός, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος. 33 ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων. 34 ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἐκζητήσει. 35 βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου· σοὶ ἐγκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σὺ ᾖσθα βοηθός. 36 σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. 37 βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀπολεῖσθε ἔθνη ἐκ τῆς γῆς αὐτοῦ. 38 τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου 39 κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.
ΕΠΙ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; 2 ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. 3 ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησε; 4 Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. 5 Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. 6 ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. 7 ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.
Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυΐδ.
2 ΣΩΣΟΝ με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. 3 μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά. 4 ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλοῤῥήμονα. 5 τοὺς εἰπόντας· τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ᾿ ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν; 6 ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. 7 τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως. 8 σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. 9 κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι· κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.
2 ΕΩΣ πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; 3 ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ; 4 ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, 5 μήποτε εἴπῃ ὁ ἐχθρός μου· ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. 6 ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ῾Υψίστου.
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.
ΕΙΠΕΝ ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεός. διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. 2 Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν. 3 πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός*. 4 οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν Κύριον οὐκ ἐπεκαλέσαντο. 5 ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ. 6 βουλὴν πτωχοῦ κατῃσχύνατε, ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστι. 7 τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ ᾿Ισραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται ᾿Ιακὼβ καὶ εὐφρανθήσεται ᾿Ισραήλ.
* τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὑτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
Ψαλμὸς τῷ Δαυΐδ.
ΚΥΡΙΕ, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; 2 πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, 3 ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοῖς ἔγγιστα αὐτοῦ. 4 ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν· 5 τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ καὶ δῶρα ἐπ᾿ ἀθῴοις οὐκ ἔλαβεν. ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.
Στηλογραφία τῷ Δαυΐδ.
ΦΥΛΑΞΟΝ με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. 2 εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. 3 τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. 4 ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδ᾿ οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. 5 Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. 6 σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν. 7 εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. 8 προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. 9 διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι, 10 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 11 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.
Προσευχὴ τοῦ Δαυΐδ.
ΕΙΣΑΚΟΥΣΟΝ, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις. 2 ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας. 3 ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. 4 ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. 5 κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου. 6 ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου. 7 θαυμάστωσον τὰ ἐλέη σου, ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου. 8 φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με 9 ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον· 10 τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν. 11 ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. 12 ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. 13 ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς, ρῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ρομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου. 14 Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, ἐχορτάσθησαν υἱῶν*, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. 15 ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου.
* ῎Αλλη γραφή· ὑείων.
Αγαπήσω σε, Κύριε, η ισχύς μου. Κύριος στερέωμα μου και καταφυγή μου και ρύστης μου. Ο Θεός μου, βοηθός μου και ελπιώ επ΄ αυτόν· υπερασπιστής μου και κέρας σωτηρίας μου και αντιλήπτωρ μου. Αινών επικαλέσομαι τον Κύριον και εκ των εχθρών μου σωθήσομαι. Περιέσχον με ωδίνες θανάτου και χείμαρροι ανομίας εξετάραξαν με. Ωδίνες άδου περιεκύκλωσαν με, προέφθασαν με παγίδες θανάτου. Και εν τω θλίβεσθαι με επεκαλεσάμην τον Κύριον και προς τον Θεόν μου εκέκραξα. ΄Ηκουσεν εκ ναού αγίου αυτού φωνής μου και η κραυγή μου ενώπιον αυτου εισελεύσεται εις τα ώτα αυτού. Και εσαλεύθη και έντρομος εγενήθη η γη και τα θεμέλια των ορέων εταράχθησαν και εσαλεύθησαν, ότι ωργίσθη αυτοίς ο Θεός. Ανέβη καπνός εν οργή αυτού και πυρ από προσώπου αυτού κατεφλόγισεν, άνθρακες ανήφθησαν απ΄ αυτού. Και έκλινεν ουρανούς και κατέβη και γνόφος υπό τους πόδας αυτού. Και επέβη επί Χερουβίμ και επετάσθη· επετάσθη επί πτερύγων ανέμων. Και έθετο σκότος αποκρυφήν αυτού, κύκλω αυτού η σκηνή αυτού, σκοτεινόν ύδωρ εν νεφέλαις αέρων. Από της τηλαυγήσεως ενώπιον αυτού αι νεφέλαι διήλθον, χάλαζα και άνθρακες πυρός. Και εβρόντησεν εξ ουρανού ο Κύριος και ο ΄Υψιστος έδωκε φωνήν αυτού. Εξαπέστειλε βέλη και εσκόρπισεν αυτούς και αστραπάς επλήθυνε και συνετάραξεν αυτούς. Και ώφθησαν αι πηγαί των υδάτων και ανεκαλύφθη τα θεμέλια της οικουμένης από επιτιμήσεως σου, Κύριε, από εμπνεύσεως πνεύματος οργής σου. Εξαπέστειλεν εξ ύψους και έλαβε με· προσελάβετο με εξ υδάτων πολλών. Ρύσεται με εξ εχθρών μου δυνατών και εκ των μισούντων με, ότι εστερεώθησαν υπέρ εμέ. Προέφθασαν με εν ημέρα κακώσεως μου· και εγένετο Κύριος αντιστήριγμα μου. Και εξήγαγε με εις πλατυσμόν· ρύσεται με, ότι ηθέλησε με. Και ανταποδώσει μοι Κύριος κατά την δικαιοσύνην μου και κατά την καθαριότητα των χειρών μου ανταποδώσει μοι. Ότι εφύλαξα τας οδούς Κυρίου και ουκ ησέβησα από του Θεού μου. Ότι πάντα τα κρίματα αυτού ενώπιον μου και τα δικαιώματα αυτού ουκ απέστησαν απ΄ εμού. Και έσομαι άμωμος μετ΄ αυτού και φυλάξομαι από της ανομίας μου. Και ανταποδώσει μοι Κύριος κατά την δικαιοσύνην μου και κατά την καθαριότητα των χειρών μου, ενώπιον των οφθαλμών αυτού. Μετά οσίου όσιος έση και μετά ανδρός αθώου αθώος έση· και μετά εκλεκτού εκλεκτός έση· και μετά στρεβλού διαστρέψεις. Ότι συ λαόν ταπεινόν σώσεις και οφθαλμούς υπερηφάνων ταπεινώσεις. Ότι σύ φωτιείς λύχνον μου, Κύριε ο Θεός μου, φωτιείς το σκοτος μου. Ότι εν σοι ρυσθήσομαι από πειρατηρίου και εν τω Θεώ μου υπερβήσομαι τείχος. Ο Θεός μου, άμωμος η οδός αυτού· τα λόγια Κυρίου πεπυρωμένα, υπερασπιστής έστι πάντων των ελπιζόντων επ΄ αυτόν. Ότι τίς Θεός πάρεξ του Κυρίου; ή τίς Θεός πλην του Θεού ημών; Ο Θεός ο περιζωννύων με δύναμιν και έθετο άμωμον την οδόν μου. Καταρτιζόμενος τους πόδας μου ωσεί ελάφου και επί τα υψηλά ιστών με. Διδάσκων χείρας μου εις πόλεμον· και έθου τόξον χαλκούν τους βραχίονας μου. Και έδωκας μοι υπερασπισμόν σωτηρίας και η δεξιά σου αντελάβετο μου. Και η παιδεία σου ανώρθωσε με εις τέλος και η παιδεία σου αυτή με διδάξει. Επλάτυνας τα διαβήματα μου υποκάτω μου και ουκ ησθένησαν τα ίχνη μου. Καταδιώξω τους εχθρούς μου και καταλήψομαι αυτούς και ουκ αποστραφήσομαι, έως άν εκλίπωσιν. Εκθλίψω αυτούς και ου μη δύνωνται στήναι· πεσούνται υπό τους πόδας μου. Και περιέζωσας με δύναμιν εις πόλεμον, συνεπόδισας πάντας τους επανισταμένους επ΄ εμέ υποκάτω μου. Και τους εχθρούς μου έδωκας μοι νώτον και τους μισούντας με εξωλόθρευσας. Εκέκραξαν και ουκ ην ο σώζων, προς Κύριον και ουκ εισήκουσεν αυτών. Και λεπτυνώ αυτούς ωσεί χνούν κατά πρόσωπον ανέμου, ως πηλόν πλατειών λεανώ αυτούς. Ρύση με εξ αντιλογίας λαού, καταστήσεις με εις κεφαλήν εθνών. Λαός, όν ουκ έγνων, εδούλευσε μοι· εις ακοήν ωτίου υπήκουσε μου. Υιοί αλλότριοι εψεύσαντο μοι· υιοί αλλότριοι επαλαιώθησαν και εχώλαναν από των τρίβων αυτών. Ζή Κύριος και ευλογητός ο Θεός μου και υψωθήτω ο Θεός της σωτηρίας μου. Ο Θεός, ο διδούς εκδικήσεις εμοί και υποτάξας λαούς υπ΄ εμέ· ο ρύστης μου εξ εχθρών μου οργίλων. Από των επανισταμένων επ΄ εμέ υψώσεις με, από ανδρός αδίκου ρύση με. Δια τούτο εξομολογήσομαι σοι εν έθνεσι, Κύριε και τω ονόματι σου ψαλώ. Μεγαλύνων τας σωτηρίας του βασιλέως αυτού και ποιών έλεος τω χριστώ αυτού, τω Δαυίδ και τω σπέρματι αυτού έως αιώνος.
Δόξα.... Και νυν.... Αλληλούια.
Οι ουρανοί διηγούνται δόξαν Θεού, ποίησιν δε χειρών αυτού αναγγέλλει το στερέωμα. Ημέρα τη ημέρα ερεύγεται ρήμα και νυξ νυκτί αναγγέλλει γνώσιν. Ουκ εισί λαλιαί ουδέ λόγοι, ων ουχί ακούονται αι φωναί αυτών. Εις πάσαν την γην εξήλθεν ο φθόγγος αυτών και εις τα πέρατα της οικουμένης τα ρήματα αυτών. Εν τω ηλίω έθετο το σκήνωμα αυτού· και αυτός ως νυμφίος εκπορευόμενος εκ παστού αυτού. Αγαλλιάσεται ως γίγας δραμείν οδόν αυτού· απ΄ άκρου του ουρανού η έξοδος αυτού και το κατάντημα αυτού έως άκρου του ουρανού· και ουκ έστιν ος αποκρυβήσεται της θέρμης αυτού. Ο νόμος Κυρίου άμωμος, επιστρέφων ψυχάς· η μαρτυρία Κυρίου πιστή, σοφίζουσα νήπια. Τα δικαιώματα Κυρίου ευθέα, ευφραίνοντα καρδίαν· η εντολή Κυρίου τηλαυγής, φωτίζουσα οφθαλμούς. Ο φόβος Κυρίου αγνός, διαμένων εις αιώνα αιώνος· τα κρίματα Κυρίου αληθινά, δεδικαιωμένα επί το αυτό. Επιθυμητά υπέρ χρυσίον και λίθον τίμιον πολύν και γλυκύτερα υπέρ μέλι και κηρίον. Και γαρ ο δούλος σου φυλάσσει αυτά· εν τω φυλάσσειν αυτά ανταπόδοσις πολλή. Παραπτώματα τις συνήσει; εκ των κρυφίων μου καθάρισον με και από αλλοτρίων φείσαι του δούλου σου. Εάν μη μου κατακυριεύσωσι, τότε άμωμος έσομαι και καθαρισθήσομαι από αμαρτίας μεγάλης. Και έσονται εις ευδοκίαν τα λόγια του στόματος μου και η μελέτη της καρδίας μου ενώπιον σου δια παντός. Κύριε, βοηθέ μου και λυτρωτά μου.
Επακούσαι σου Κύριος εν ημέρα θλίψεως· υπερασπίσαι σου το όνομα του Θεού Ιακώβ. Εξαποστείλαι σοι βοήθειαν εξ αγίου και εκ Σιών αντιλάβοιτο σου. Μνησθείη πάσης θυσίας σου και το ολοκαύτωμα σου πιανάτω. Δώη σοι Κύριος κατά την καρδίαν σου και πάσαν την βουλήν σου πληρώσαι. Αγαλλιασόμεθα επί τω σωτηρίω σου και εν ονόματι Κυρίου Θεού ημών μεγαλυνθησόμεθα. Πληρώσαι Κύριος πάντα τα αιτήματα σου· νυν έγνων, ότι έσωσε Κύριος τον χριστόν αυτού. Επακούσεται αυτού εξ ουρανού αγίου αυτού· εν δυναστείαις η σωτηρία της δεξιάς αυτού. Ούτοι εν άρμασι και ούτοι εν ίπποις· ημείς δε εν ονόματι Κυρίου Θεού ημών μεγαλυνθησόμεθα. Αυτοί συνεποδίσθησαν και έπεσαν· ημείς δε ανέστημεν και ανωρθώθημεν. Κύριε, σώσον τον Βασιλέα και επάκουσον ημών, εν ή αν ημέρα επικαλεσώμεθα σε.
Κύριε, εν τη δυνάμει σου ευφρανθήσεται ο βασιλεύς και επί τω σωτηρίω σου αγαλλιάσεται σφόδρα· Την επιθυμίαν της καρδίας αυτού έδωκας αυτώ και την θέλησιν των χειλέων αυτού ουκ εστέρησας αυτόν. Ότι προέφθασας αυτόν εν ευλογίαις χρηστότητος· έθηκας επί την κεφαλήν αυτού στέφανον εκ λίθου τιμίου. Ζωήν ητήσατο σε και έδωκας αυτώ μακρότητα ημερών εις αιώνα αιώνος. Μεγάλη η δόξα αυτού εν τω σωτηρίω σου, δόξαν και μεγαλοπρέπειαν επιθήσεις επ΄ αυτόν. Ότι δώσεις αυτώ ευλογίαν εις αιώνα αιώνος· ευφρανείς αυτόν εν χαρά μετά του προσώπου σου. Ότι ο βασιλεύς ελπίζει επί Κύριον και εν τω ελέει του Υψίστου ου μη σαλευθή. Ευρεθείη η χειρ σου πάσι τοις εχθροίς σου· η δεξιά σου εύροι πάντας τους μισούντας σε. Ότι θήσεις αυτούς εις κλίβανον πυρός εις καιρόν του προσώπου σου· Κύριος εν οργή αυτού συνταράξει αυτούς και καταφάγεται αυτούς πυρ. Τον καρπόν αυτών από της γης απολείς και το σπέρμα αυτών από υιών ανθρώπων. Ότι έκλιναν εις σε κακά, διελογίσαντο βουλάς, αις ου μη δύνωνται στήναι. Ότι θήσεις αυτούς νώτον· εν τοις περιλοίποις σου ετοιμάσεις το πρόσωπον αυτών. Υψώθητι, Κύριε, εν τη δυνάμει σου· άσομεν και ψαλούμεν τας δυναστείας σου.
Δόξα.... Και νυν.... Αλληλούια.
Ο Θεός, ο Θεός μου, πρόσχες μοι· ίνα τί εγκατέλιπες με; μακρά από της σωτηρίας μου οι λόγοι των παραπτωμάτων μου. Ο Θεός μου, κεκράξομαι ημέρας και ούκ εισακούση· και νυκτός και ούκ εις άνοιαν εμοί. Συ δε εν αγίω κατοικείς, ο έπαινος του Ισραήλ. Επί σοι ήλπισαν οι πατέρες ημών, ήλπισαν και ερρύσω αυτούς. Προς σε εκέκραξαν και εσώθησαν, επί σοι ήλπισαν και ού κατησχύνθησαν. Εγώ δε είμι σκώληξ και ούκ άνθρωπος, όνειδος ανθρώπων και εξουθένημα λαού. Πάντες οι θεωρούντες με εξεμυκτήρισαν με, ελάλησαν εν χείλεσιν, εκίνησαν κεφαλήν. ΄Ηλπισεν επί Κύριον, ρυσάσθω αυτόν, σωσάτω αυτόν, ότι θέλει αυτόν. Ότι συ ει ο εκσπάσας με εκ γαστρός, η ελπίς μου από μαστών της μητρός μου· επί σε επερρίφην εκ μήτρας. Από γαστρός μητρός μου Θεός μου ει συ, μη αποστής απ΄ εμού. Ότι θλίψις εγγύς, ότι ούκ έστιν ο βοηθών μοι. Περιεκύκλωσαν με μόσχοι πολλοί, ταύροι πίονες περιέσχον με. ΄Ηνοιξαν επ΄ εμέ το στόμα αυτών, ως λέων αρπάζων και ωρυόμενος. Ωσεί ύδωρ εξεχύθην και διεσκορπίσθη πάντα τα οστά μου· εγενήθη η καρδία μου ωσεί κηρός τηκόμενος εν μέσω της κοιλίας μου. Εξηράνθη ως όστρακον η ισχύς μου και η γλώσσα μου κεκόλληται τω λάρυγγι μου και εις χούν θανάτου κατήγαγες με. Ότι εκύκλωσαν με κύνες πολλοί, συναγωγή πονηρευομένων περιέσχον με. ΄Ωρυξαν χείρας μου και πόδας μου· εξηρίθμησαν πάντα τα οστά μου· αυτοί δε κατενόησαν και επείδον με. Διεμερίσαντο τα ιμάτια μου εαυτοίς και επί τον ιματισμόν μου έβαλον κλήρον. Συ δε, Κύριε, μη μακρύνης την βοήθειαν σου απ΄ εμού, εις την αντίληψην μου πρόσχες. Ρύσαι από ρομφαίας την ψυχήν μου και εκ χειρός κυνός την μονογενή μου. Σώσον με εκ στόματος λεόντος και από κεράτων μονοκερώτων την ταπείνωσιν μου. Διηγήσομαι το όνομα σου τοις αδελφοίς μου, εν μέσω εκκλησίας υμνήσω σε. Οι φοβούμενοι τον Κύριον αινέσατε αυτόν, άπαν το σπέρμα Ιακώβ δοξάσατε αυτόν. Φοβηθήτω δη απ΄ αυτού άπαν το σπέρμα Ισραήλ. Ότι ούκ εξουδένωσεν, ουδέ προσώχθισε τη δεήσει του πτωχού, ουδέ απέστρεψε το πρόσωπον αυτού απ΄ εμού· και εν τω κεκραγέναι με προς αυτόν εισήκουσε με. Παρά σου ο έπαινος μου· εν εκκλησία μεγάλη εξομολογήσομαι σοι· τας ευχάς μου αποδώσω ενώπιον των φοβουμένων σε. Φάγονται πένητες και εμπλησθήσονται και αινέσουσι Κύριον οι εκζητούντες αυτόν· ζήσονται αι καρδίαι αυτών εις αιώνα αιώνος. Μνησθήσονται και επιστραφήσονται προς Κύριον πάντα τα πέρατα της γης και προσκυνήσουσιν ενώπιον αυτού πάσαι αι πατριαί των εθνών. Ότι του Κυρίου η βασιλεία και αυτός δεσπόζει των εθνών. ΄Εφαγον και προσεκύνησαν πάντες οι πίονες της γης· ενώπιον αυτού προπεσούνται πάντες οι καταβαίνοντες εις γην. Και η ψυχή μου αυτώ ζη και το σπέρμα μου δουλεύσει αυτώ. Αναγγελήσεται τω Κυρίω γενεά η ερχομένη και αναγγελούσι την δικαιοσύνην αυτού λαώ τω τεχθησομένω, όν εποίησεν ο Κύριος.
Κύριος ποιμαίνει με και ουδέν με υστερήσει. Εις τόπον χλόης, εκεί με κατεσκήνωσεν, επί ύδατος αναπαύσεως εξέθρεψε με. Την ψυχήν μου επέστρεψεν, ωδήγησε με επί τρίβους δικαιοσύνης, ένεκεν του ονόματος αυτού. Εάν γαρ και πορευθώ εν μέσω σκιάς θανάτου, ου φοβηθήσομαι κακά, ότι συ μετ΄ εμού ει. Η ράβδος σου και η βακτηρία σου αύται με παρεκάλεσαν. Ητοίμασας ενώπιον μου τράπεζαν, εξεναντίας των θλιβόντων με. Ελίπανας εν ελαίω την κεφαλήν μου και το ποτήριον σου μεθύσκον με ωσεί κράτιστον. Και το έλεος σου καταδιώξει με πάσας τας ημέρας της ζωής μου και το κατοικείν με εν οίκω Κυρίου εις μακρότητα ημερών.
Του Κυρίου η γη και το πλήρωμα αυτής, η οικουμένη και πάντες οι κατοικούντες εν αυτή. Αυτός επί θαλασσών εθεμελίωσεν αυτήν και επί ποταμών ητοίμασεν αυτήν. Τίς αναβήσεται εις το όρος του Κυρίου, ή τίς στήσεται εν τόπω αγίω αυτού; Αθώος χερσί και καθαρός τη καρδία, ός ούκ έλαβεν επί ματαίω την ψυχήν αυτού και ούκ ώμοσεν επί δόλω τω πλησίον αυτού. Ούτος λήψεται ευλογίαν παρά Κυρίου και ελεημοσύνην παρά Θεού σωτήρος αυτού. Αύτη η γενεά ζητούντων τον Κύριον, ζητούντων το πρόσωπον του Θεού Ιακώβ. 'Αρατε πύλας οι άρχοντες υμών· και επάρθητε πύλαι αιώνιοι και εισελεύσεται ο βασιλεύς της δόξης. Τίς έστιν ούτος ο βασιλεύς της δόξης; Κύριος κραταιός και δυνατός, Κύριος δυνατός εν πολέμω. 'Αρατε πύλας οι άρχοντες υμών· και επάρθητε πύλαι αιώνιοι και εισελεύσεται ο βασιλεύς της δόξης. Τίς έστιν ούτος ο βασιλεύς της δόξης; Κύριος των δυνάμεων αυτός έστιν ο βασιλεύς της δόξης.
Δόξα.... Και νυν.... Αλληλούϊα.
Προς σε, Κύριε, ήρα την ψυχήν μου. Ο Θεός μου, επί σοι πέποιθα· μη καταισχυνθείην εις τον αιώνα, μηδέ καταγελασάτωσαν με οι εχθροί μου. Και γαρ πάντες οι υπομένοντες σε ου μη καταισχυνθώσιν. Αισχυνθήτωσαν οι ανομούντες διακενής.Τας οδούς σου, Κύριε, γνώρισον μοι και τας τρίβους σου δίδαξον με. Οδήγησον με επί την αλήθειαν σου και δίδαξον με, ότι συ εί ο Θεός ο σωτήρ μου· και σε υπέμεινα όλην την ημέραν. Μνήσθητι των οικτιρμών σου, Κύριε και τα ελέη σου, ότι από του αιώνος είσιν. Αμαρτίας νεότητος μου και αγνοίας μου μη μνησθής, κατά το έλεος σου μνήσθητι μου, συ, ένεκεν της χρηστότητος σου, Κύριε. Χρηστός και ευθύς ο Κύριος· δια τούτο νομοθετήσει αμαρτάνοντας εν οδώ. Οδηγήσει πραείς εν κρίσει, διδάξει πραείς οδούς αυτού. Πάσαι αι οδοί Κυρίου έλεος και αλήθεια, τοις εκζητούσι την διαθήκην αυτού και τα μαρτύρια αυτού. ΄Ενεκεν του ονόματος σου, Κύριε και ιλάσθητι τη αμαρτία μου· πολλή γαρ έστι. Τίς έστιν άνθρωπος ο φοβούμενος τον Κύριον; νομοθετήσει αυτώ εν οδώ, ή ηρετίσατο. Η ψυχή αυτού εν αγαθοίς αυλισθήσεται και το σπέρμα αυτού κληρονομήσει γην. Κραταίωμα Κύριος των φοβουμένων αυτόν και η διαθήκη αυτού δηλώσει αυτοίς. Οι οφθαλμοί μου δια παντός προς τον Κύριον, ότι αυτός εκσπάσει εκ παγίδος τους πόδας μου. Επίβλεψον επ΄εμέ και ελέησον με· ότι μονογενής και πτωχός είμι εγώ. Αι θλίψεις της καρδίας μου επληθύνθησαν· εκ των αναγκών μου εξάγαγε με. ΄Ιδε την ταπείνωσιν μου και τον κόπον μου· και άφες πάσας τας αμαρτίας μου. ΄Ιδε τους εχθρούς μου, ότι επληθύνθησαν και μίσος άδικον εμίσησαν με. Φύλαξον την ψυχήν μου και ρύσαι με· μη καταισχυνθείην, ότι ήλπισα επί σε. ΄Ακακοι και ευθείς εκολλώντο μοι, ότι υπέμεινα σε, Κύριε. Λύτρωσαι, ο Θεός, τον Ισραήλ εκ πασών των θλίψεων αυτού.
Κρίνον με, Κύριε, ότι εγώ εν ακακία μου επορεύθην· και επί τω Κυρίω ελπίζων, ου μη ασθενήσω. Δοκίμασον με, Κύριε και πείρασον με· πύρωσον τους νεφρούς μου και την καρδίαν μου. Ότι το έλεος σου κατέναντι των οφθαλμών μου έστι και ευηρέστησα εν τη αληθεία σου. Ούκ εκάθισα μετά συνεδρίου ματαιότητος και μετά παρανομούντων ου μη εισέλθω. Εμίσησα εκκλησίαν πονηρευομένων και μετά ασεβών ου μη καθίσω. Νίψομαι εν αθώοις τας χείρας μου και κυκλώσω το θυσιαστήριον σου, Κύριε, του ακούσαι με φωνής αινέσεως σου και διηγήσασθαι πάντα τα θαυμάσια σου. Κύριε, ηγάπησα ευπρέπειαν οίκου σου και τόπον σκηνώματος δόξης σου. Μη συναπολέσης μετά ασεβών την ψυχήν μου και μετά ανδρών αιμάτων την ζωήν μου, ών εν χερσίν αι ανομίαι, η δεξιά αυτών επλήσθη δώρων. Εγώ δε εν ακακία μου επορεύθην, λύτρωσαι με, Κύριε και ελέησον με. Ο πους μου έστη εν ευθύτητι· εν εκκλησίαις ευλογήσω σε, Κύριε.
Κύριος φωτισμός μου και σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος υπερασπιστής της ζωής μου, από τίνος δειλιάσω; Εν τω εγγίζειν επ΄εμέ κακούντας, του φαγείν τας σάρκας μου. Οι θλίβοντες με και οι εχθροί μου, αυτοί ησθένησαν και έπεσον. Εάν παρατάξηται επ΄εμέ παρεμβολή, ού φοβηθήσεται η καρδία μου· εάν επαναστή επ΄εμέ πόλεμος, εν ταύτη εγώ ελπίζω. Μίαν ητησάμην παρά Κυρίου, ταύτην ζητήσω· του κατοικείν με εν οίκω Κυρίου, πάσας τας ημέρας της ζωής μου, του θεωρείν με την τερπνότητα Κυρίου και επισκέπτεσθαι τον ναόν τον άγιον αυτού. Ότι έκρυψε με εν σκηνή αυτού εν ημέρα κακών μου, εσκέπασε με εν αποκρύφω της σκηνής αυτού, εν πέτρα ύψωσε με. Και νυν ιδού ύψωσε την κεφαλήν μου επ΄εχθρούς μου. Εκύκλωσα και έθυσα εν τη σκηνή αυτού θυσίαν αινέσεως και αλαλαγμού· άσω και ψαλώ τω Κυρίω. Εισάκουσον, Κύριε, της φωνής μου, ης εκέκραξα· ελέησον με και εισάκουσον μου. Σοι είπεν η καρδία μου· Κύριον ζητήσω. Εξεζήτησε σε το πρόσωπον μου· το πρόσωπον σου, Κύριε, ζητήσω. Μή αποστρέψης το πρόσωπον σου απ΄εμού και μή εκκλίνης εν οργή από του δούλου σου. Βοηθός μου γενού, μή αποσκορακίσης με και μη εγκαταλίπης με, ο Θεός, ο σωτήρ μου. Ότι ο πατήρ μου και η μήτηρ μου εγκατέλιπον με, ο δε Κύριος προσελάβετο με. Νομοθέτησον με, Κύριε, εν τη οδώ σου και οδήγησον με εν τρίβω ευθεία, ένεκα των εχθρών μου. Μή παραδώς με εις ψυχάς θλιβόντων με, ότι επανέστησαν μοι μάρτυρες άδικοι και εψεύσατο η αδικία εαυτή. Πιστεύω του ιδείν τα αγαθά Κυρίου εν γη ζώντων. Υπόμεινον τον Κύριον· ανδρίζου και κραταιούσθω η καρδία σου και υπόμεινον τον Κύριον.
Δόξα.... Και νυν.... Αλληλούϊα.
Προς σε, Κύριε, κεκράξομαι, ο Θεός μου, μη παρασιωπήσης απ΄εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Εισάκουσον, Κύριε, της φωνής της δεήσεως μου, εν τω δέεσθαι με προς σε, εν τω αίρειν με χείρας μου προς ναόν άγιον σου. Μη συνελκύσης με μετά αμαρτωλών και μετά εργαζομένων αδικίαν μη συναπολέσης με, των λαλούντων ειρήνην μετά των πλησίον αυτών, κακά δε εν ταις καρδίαις αυτών. Δός αυτοίς Κύριε κατά τα έργα αυτών και κατά την πονηρίαν των επιτηδευμάτων αυτών· κατά τα έργα των χειρών αυτών, δός αυτοίς, απόδος το ανταπόδομα αυτών αυτοίς. Ότι ου συνήκαν εις τα έργα Κυρίου και εις τα έργα των χειρών αυτού. Καθελείς αυτούς και ου μη οικοδομήσεις αυτούς. Ευλογητός Κύριος, ότι εισήκουσε της φωνής της δεήσεως μου. Κύριος βοηθός μου και υπερασπιστής μου· επ΄αυτώ ήλπισεν η καρδία μου και εβοηθήθην και ανέθαλεν η σαρξ μου· και εκ θελήματος μου εξομολογήσομαι αυτώ. Κύριος κραταίωμα του λαού αυτού και υπερασπιστής των σωτηρίων του χριστού αυτού έστι. Σώσον τον λαόν σου και ευλόγησον την κληρονομιαν σου και ποίμανον αυτούς και έπαρον αυτούς έως του αιώνος.
Ενέγκατε τω Κυρίω, υιοί Θεού, ενέγκατε τω Κυρίω υιούς κριών, ενέγκατε τω Κυρίω δόξαν και τιμήν. Ενέγκατε τω Κυρίω δόξαν ονόματι αυτούς, προσκυνήσατε τω Κυρίω εν αυλή αγία αυτού. Φωνή Κυρίου εν ισχύι, φωνή Κυρίου εν μεγαλοπρεπεία. Φωνή Κυρίου συντρίβοντος κέδρους και συντρίψει Κύριος τας κέδρους του Λιβάνου. Και λεπτυνεί αυτάς ως τον μόσχον του Λιβάνου και ο ηγαπημένος ως υιός μονοκερώτων. Φωνή Κυρίου διακόπτοντος φλόγα πυρός. Φωνή Κυρίου συσσείοντος έρημον· και συσσείσει Κύριος την έρημον Κάδδης. Φωνή Κυρίου καταρτιζομένη ελάφους και αποκαλύψει δρυμούς και εν τω ναώ αυτού πας τις λέγει δόξαν. Κύριος τον κατακλυσμόν κατοικιεί και καθιείται Κύριος Βασιλεύς εις τον αιώνα. Κύριος ισχύν τω λαώ αυτού δώσει· Κύριος ευλογήσει τον λαόν αυτού εν ειρήνη.
Υψώσω σε, Κύριε, ότι υπέλαβες με και ούκ εύφρανας τους εχθρούς μου επ΄εμέ. Κύριε ο Θεός μου, εκέκραξα προς σε και ιάσω με. Κύριε, ανήγαγες εξ Άδου την ψυχήν μου, έσωσας με από των καταβαινόντων εις λάκκον. Ψάλατε τω Κυρίω οι όσιοι αυτού και εξομολογείσθε τη μνήμη της αγιωσύνης αυτού. Ότι οργή εν τω θυμώ αυτού και ζωή εν τω θελήματι αυτού· το εσπέρας αυλισθήσεται κλαυθμός και εν τω πρωί αγαλλίασις. Εγώ δε είπα εν τη ευθηνία μου· ου μη σαλευθώ εις τον αιώνα. Κύριε, εν τω θελήματι σου παρέσχου τω κάλλει μου δύναμιν, απέστρεψας δε το πρόσωπον σου και εγενήθην τεταραγμένος Προς σε, Κύριε, κεκράξομαι και προς τον Θεόν μου δεηθήσομαι. Τίς ωφέλεια εν των αίματι μου, εν τω καταβαίνειν με εις διαφθοράν; Μή εξομολογήσεται σοι χους ή αναγγελεί την αλήθειαν σου; 'Ηκουσε Κύριος και ηλέησε με· Κύριος εγεννήθη βοηθός μου. ΄Εστρεψας τον κοπετόν μου εις χαράν εμοί, διέρρηξας τον σάκκον μου και περιέζωσας με ευφροσύνην. Όπως αν ψάλη σοι η δόξα μου και ου μη κατανυγώ· Κύριε ο Θεός μου, εις τον αιώνα εξομολογήσομαι σοι.
Δόξα.... Και νυν.... Αλληλούϊα.
Επι σοι, Κύριε, ήλπισα μή καταισχυνθείην εις τον αιώνα· εν τη δικαιοσύνη σου ρύσαι με και εξελού με. Κλίνον προς με το ούς σου· τάχυνον του εξελέσθαι με. Γενού μοι εις Θεόν υπερασπιστήν και εις οίκον καταφυγής του σώσαι με. Ότι κραταίωμά μου και καταφυγή μου ει συ και ένεκεν του ονόματος σου οδηγήσεις με και διαθρέψεις με. Εξάξεις με εκ παγίδος ταύτης, ής έκρυψαν μοι, ότι συ εί ο υπερασπιστής μου, Κύριε. Εις χείρας σου παραθήσομαι το πνεύμα μου· ελυτρώσω με, Κύριε, ο Θεός της αληθείας. Εμίσησας τους διαφυλάσσοντας ματαιότητας διακενής· εγώ δε επί τω Κυρίω ήλπισα. Αγαλλιάσομαι και ευφρανθήσομαι επί τω ελέει σου· ότι επείδες επί την ταπείνωσιν μου, έσωσας εκ των αναγκών την ψυχήν μου. Και ού συνέκλεισας με εις χείρας εχθρών, έστησας εν ευρυχώρω τους πόδας μου. Ελέησον με, Κύριε, ότι θλίβομαι· εταράχθη εν θυμώ ο οφθαλμός μου, η ψυχή μου και η γαστήρ μου. Ότι εξέλιπεν εν οδύνη η ζωή μου και τα έτη μου εν στεναγμοίς. Ησθένησεν εν πτωχεία η ισχύς μου και τα οστά μου εταράχθησαν. Παρά πάντας τους εχθρούς μου εγενήθην όνειδος και τοις γείτοσι μου σφόδρα και φόβος τοις γνωστοίς μου. Οι θεωρούντες με έξω έφυγον απ΄ εμού. Επελήσθην ωσεί νεκρός από καρδίας. Εγενήθην ωσεί σκεύος απολωλός. Ότι ήκουσα ψόγον πολλών παροικούντων κυκλόθεν· εν τω επισυναχθήναι αυτούς άμα επ΄εμέ, του λαβείν την ψυχήν μου εβουλεύσαντο. Εγώ δε επί σοι, Κύριε, ήλπισα· είπα· Σύ εί ο Θεός μου· εν ταις χερσί σου οι κλήροι μου. Ρύσαι με εκ χειρός εχθρών μου και εκ των καταδιωκόντων με. Επίφανον το πρόσωπόν σου επί τον δούλον σου, σώσον με εν τω ελέει σου. Κύριε, μη καταισχυνθείην, ότι επεκαλεσάμην σε· αισχυνθείησαν ασεβείς και καταχθείησαν εις άδου. Άλαλα γενηθήτω τα χείλη τα δόλια, τα λαλούντα κατά του δικαίου ανομίαν, εν υπερηφανία και εξουδενώσει. Ως πολύ το πλήθος της χρηστότητος σου, Κύριε, ής έκρυψας τοις φοβουμένοις σε! Εξειργάσω τοις ελπίζουσιν επί σε, εναντίον των υιών των ανθρώπων. Κατακρύψεις αυτούς εν αποκρύφω του προσώπου σου από ταραχής ανθρώπων, σκεπάσεις αυτούς εν σκηνή από αντιλογίας γλωσσών. Ευλογητός Κύριος, ότι εθαυμάστωσε το έλεος αυτού εν πόλει περιοχής. Εγώ δε είπα εν τη εκστάσει μου· απέρριμμαι από προσώπου των οφθαλμών σου· δια τούτο εισήκουσας της φωνής της δεήσεως μου, εν τω κεκραγέναι με προς σε. Αγαπήσατε τον Κύριον, πάντες οι όσιοι αυτού, ότι αληθείας εκζητεί Κύριος και ανταποδίδωσι τοις περισσώς πιούσιν υπερηφανίαν. Ανδρίζεσθε και κραταιούσθω η καρδία υμών, πάντες οι ελπίζοντες επί Κύριον.
Μακάριοι, ων αφέθησαν αι ανομίαι και ών επεκαλύφθησαν αι αμαρτίαι. Μακάριος ανήρ, ώ ου μη λογίσηται Κύριος αμαρτίαν, ουδέ έστιν εν τω στόματι αυτού δόλος. Ότι εσίγησα, επαλαιώθη τα οστά μου, από του κράζειν με όλην την ημέραν. Ότι ημέρας και νυκτός εβαρύνθη επ΄εμέ η χείρ σου, εστράφην εις ταλαιπωρίαν εν τω εμπαγήναι μοι άκανθαν. Την ανομίαν μου εγνώρισα και την αμαρτίαν μου ουκ εκάλυψα. Είπα· Εξαγορεύσω κατ΄εμού την ανομίαν μου τω Κυρίω και συ αφήκας την ασέβειαν της καρδίας μου. Υπερ ταύτης προσεύξεται προς σε πάς όσιος εν καιρώ ευθέτω· πλην εν κατακλυσμώ υδάτων πολλών προς αυτόν ουκ εγγιούσι. Συ μου εί καταφυγή από θλίψεως της περιεχούσης με, το αγαλλίαμα μου· λύτρωσαι με από των κυκλωσάντων με. Συνετιώ σε και συμβιβώ σε εν οδώ ταύτη, ή πορεύση, επιστηριώ επί σε τους οφθαλμούς μου. Μη γίνεσθε ώς ίππος και ημίονος, οις ουκ έστι σύνεσις· εν κημώ και χαλινώ τας σιαγόνας αυτών άγξαι, των μη εγγιζόντων προς σε. Πολλαί αι μάστιγες του αμαρτωλού, τον δε ελπίζοντα επί Κύριον έλεος κυκλώσει. Ευφράνθητε επί Κύριον και αγαλλιάσθε, δίκαιοι και καυχάσθε, πάντες οι ευθείς τη καρδία.
Δόξα.... Και νυν.... Αλληλούια.
Αγαλλιάσθε δίκαιοι, εν Κυρίω· τοις ευθέσι πρέπει αίνεσις. Εξομολογείσθε τω Κυρίω εν κιθάρα, εν ψαλτηρίω δεκαχόρδω ψάλατε αυτώ. ΄Ασατε αυτώ άσμα καινόν, καλώς ψάλατε αυτώ εν αλαλαγμώ. Ότι ευθύς ο λόγος του Κυρίου, πάντα τα έργα αυτού εν πίστει. Αγαπά ελεημοσύνην και κρίσιν ο Κύριος· του ελέους Κυρίου πλήρης η γη. Τω λόγω Κυρίου οι ουρανοί εστερεώθησαν και τω πνεύματι του στόματος αυτού πάσα η δύναμις αυτών. Συνάγων ωσεί ασκόν ύδατα θαλάσσης, τιθείς εν θησαυροίς αβύσσους. Φοβηθήτω τον Κύριον πάσα η γη, απ΄αυτού δε σαλευθήτωσαν πάντες οι κατοικούντες την οικουμένην. Ότι αυτός είπε και εγενήθησαν· αυτός ενετείλατο και εκτίσθησαν. Κύριος διασκεδάζει βουλάς εθνών, αθετεί δε λογισμούς λαών και αθετεί βουλάς αρχόντων. Η δε βουλή του Κυρίου εις τον αιώνα μένει, λογισμοί της καρδίας αυτού εις γενεάν και γενεάν. Μακάριον το έθνος, ου έστι Κύριος ο Θεός αυτού, λαός, ον εξελέξατο εις κληρονομίαν εαυτώ. Εξ ουρανού επέβλεψεν ο Κύριος, είδε πάντας τους υιούς των ανθρώπων. Εξ ετοίμου κατοικητηρίου αυτού επέβλεψεν επί πάντας τους κατοικούντας την γην. Ο πλάσας κατά μόνας τας καρδίας αυτών, ο συνιείς πάντα τα έργα αυτών. Ού σώζεται βασιλεύς δια πολλήν δύναμιν και γίγας ού σωθήσεται εν πλήθει ισχύος αυτού. Ψευδής ίππος εις σωτηρίαν, εν δε πλήθει δυνάμεως αυτού, ού σωθήσεται. Ιδού οι οφθαλμοί Κυρίου επί τους φοβουμένους αυτόν, τους ελπίζοντας επί το έλεος αυτού. Ρύσασθαι εκ θανάτου τας ψυχάς αυτών και διαθρέψαι αυτούς εν λιμώ. Η ψυχή ημών υπομενεί τω Κυρίω, ότι βοηθός και υπερασπιστής ημών έστιν. Ότι εν αυτώ ευφρανθήσεται η καρδία ημών και εν τω ονόματι τω αγίω αυτού ηλπίσαμεν. Γένοιτο, Κύριε, το έλεος σου εφ΄ ημάς, καθάπερ ηλπίσαμεν επί σε.
Ευλογήσω τον Κύριον εν παντί καιρώ, δια παντός η αίνεσις αυτού εν τω στόματι μου. Εν τω Κυρίω επαινεθήσεται η ψυχή μου· ακουσάτωσαν πραείς και ευφρανθήτωσαν. Μεγαλύνατε τον Κύριον συν εμοί και υψώσωμεν το όνομα αυτού επί το αυτό. Εξεζήτησα τον Κύριον και επήκουσε μου και εκ πασών των θλίψεων μου ερρύσατο με. Προσέλθετε προς αυτόν και φωτίσθητε και τα πρόσωπα υμών ου μη καταισχυνθή. Ούτος ο πτωχός εκέκραξε και ο Κύριος εισήκουσεν αυτού και εκ πασών των θλίψεων αυτού έσωσεν αυτόν. Παρεμβαλεί άγγελος Κυρίου κύκλω των φοβουμένων αυτόν και ρύσεται αυτούς. Γεύσασθε και ίδετε ότι χρηστός ο Κύριος· μακάριος ανήρ, ος ελπίζει επ΄αυτόν. Φοβήθητε τον Κύριον, πάντες οι άγιοι αυτού, ότι ουκ έστιν υστέρημα τοις φοβουμένοις αυτόν. Πλούσιοι επτώχευσαν και επείνασαν· οι δε εκζητούντες τον Κύριον ουκ ελαττωθήσονται παντός αγαθού. Δεύτε, τέκνα, ακούσατε μου, φόβον Κυρίου διδάξω υμάς. Τίς έστιν άνθρωπος ο θέλων ζωήν, αγαπών ημέρας ιδείν αγαθάς; Παύσον την γλώσσαν σου από κακού και χείλη σου του μη λαλήσαι δόλον. ΄Εκλινον από κακού και ποίησον αγαθόν· ζήτησον ειρήνην και δίωξον αυτήν. Οφθαλμοί Κυρίου επί δικαίους και ώτα αυτού εις δέησιν αυτών. Πρόσωπον δε Κυρίου επί ποιούντας κακά, του εξολοθρεύσαι εκ γης το μνημόσυνον αυτών. εκέκραξαν οι δίκαιοι και ο Κύριος εισήκουσεν αυτών και εκ πασών των θλίψεων αυτών ερρύσατο αυτούς. Εγγύς Κύριος τοις συντετριμμένοις την καρδίαν και τους ταπεινούς τω πνεύματι σώσει. Πολλαί αι θλίψεις των δικαίων και εκ πασών αυτών ρύσεται αυτούς ο Κύριος. Φυλάσσει Κύριος πάντα τα οστά αυτών, έν εξ αυτών ου συντριβήσεται. Θάνατος αμαρτωλών πονηρός και οι μισούντες τον δίκαιον πλημμελήσουσι. Λυτρώσεται Κύριος ψυχάς δούλων αυτου και ου μη πλημμελήσουσι πάντες οι ελπίζοντες επ΄αυτόν.
Δόξα.... Και νυν.... Αλληλούια.
Δίκασον, Κύριε, τους αδικούντας με· πολέμησον τους πολεμούντας με. Επιλαβού όπλου και θυρεού και ανάστηθι εις την βοήθειαν μου. ΄Εκχεον ρομφαίαν και σύγκλεισον εξ εναντίας των καταδιωκόντων με· είπον τη ψυχή μου Σωτηρία σου εγώ είμι. Αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου· αποστραφήτωσαν εις τα οπίσω και καταισχυνθήτωσαν οι λογιζόμενοι μοι κακά. Γενηθήτωσαν ωσεί χνούς κατά πρόσωπον ανέμου και άγγελος Κυρίου εκθλίβων αυτούς. Γενηθήτω η οδός αυτών σκότος και ολίσθημα και άγγελος Κυρίου καταδιώκων αυτούς Ότι δωρεάν έκρυψαν μοι διαφθοράν παγίδος αυτών, μάτην ωνείδισαν την ψυχήν μου. Ελθέτω αυτώ παγίς, ήν ού γινώσκει και η θήρα, ήν έκρυψε, συλλαβέτω αυτόν και εν τη παγίδι πεσείται εν αυτή. Η δε ψυχή μου αγαλλιάσεται επί τω Κυρίω, τερφθήσεται επί τω σωτηρίω αυτού. Πάντα τα οστά μου ερούσι· Κύριε, Κύριε, τίς όμοιος σοι; Ρυόμενος πτωχόν εκ χειρός στερεωτέρων αυτού και πτωχόν και πένητα από των διαρπαζόντων αυτόν. Αναστάντες μοι μάρτυρες άδικοι, ά ουκ εγίνωσκον ηρώτων με. Ανταπεδίδοσαν μοι πονηρά αντί αγαθών και ατεκνίαν τη ψυχή μου. Εγώ δε, εν τω αυτούς παρενοχλείν μοι, ενεδυόμην σάκκον και εταπείνουν εν νηστεία την ψυχήν μου και η προσευχή μου εις κόλπον μου αποστραφήσεται. Ως πλησίον, ως αδελφώ ημετέρω, ούτως ευηρέστουν· ως πενθών και σκυθρωπάζων, ούτως εταπεινούμην. Και κατ΄εμού ευφράνθησαν και συνήχθησαν· συνήχθησαν επ΄εμέ μάστιγες και ουκ έγνων. Διεσχίσθησαν και ού κατενύγησαν. Επείρασαν με, εξεμυκτήρισαν με μυκτηρισμώ, έβρυξαν επ΄ εμέ τους οδόντας αυτών. Κύριε, πότε επόψει; αποκατάστησον την ψυχήν μου από της κακουργίας αυτών, από λεόντων την μονογενή μου. Εξομολογήσομαι σοι εν εκκλησία πολλή, εν λαώ βαρεί αινέσω σε. Μη επιχαρείησαν μοι οι εχθραίνοντες μοι αδίκως, οι μισούντες με δωρεάν και διανεύοντες οφθαλμοίς. Ότι εμοί μεν ειρηνικά ελάλουν και επ΄οργήν δόλους διελογίζοντο. Και επλάτυναν επ΄εμέ το στόμα αυτών· είπον· Εύγε, εύγε, είδον οι οφθαλμοί ημών! Είδες, Κύριε, μη παρασιωπήσης· Κύριε, μη αποστής απ΄εμού. Εξεγέρθητι, Κύριε και πρόσχες τη κρίσει μου, ο Θεός μου και ο Κύριος μου, εις την δίκην μου. Κρίνον με, Κύριε, κατά την δικαιοσύνην σου, Κύριε, ο Θεός μου και μη επιχαρείησαν μοι. Μη είποισαν εν καρδίαις αυτών· Εύγε, εύγε τη ψυχή ημών· μη δε είποιεν· Κατεπίομεν αυτόν. Αισχυνθείησαν και εντραπείησαν άμα οι επιχαίροντες τοις κακοίς μου· Ενδυσάσθωσαν αισχύνην και εντροπήν οι μεγαλορρημονούντες επ΄εμέ. Αγαλλιάσθωσαν και ευφρανθήτωσαν οι θέλοντες την δικαιοσύνην μου και ειπάτωσαν διαπαντός. Μεγαλυνθήτω ο Κύριος, οι θέλοντες την ειρήνην του δούλου αυτού. Και η γλώσσα μου μελετήσει την δικαιοσύνην σου, όλην την ημέρα τον έπαινον σου.
Φησίν ο παράνομος του αμαρτάνειν εν εαυτώ, ουκ έστι φόβος Θεού απέναντι των οφθαλμών αυτού. Ότι εδόλωσεν ενώπιον αυτού, του ευρείν την ανομίαν αυτού και μισήσαι. Τα ρήματα του στόματος αυτού ανομία και δόλος, ουκ ηβουλήθη συνιέναι του αγαθύναι. Ανομίαν διελογίσατο επί τοις κοίτης αυτού, παρέστη πάση οδώ ουκ αγαθή, κακία δε ού προσώχθισε. Κύριε, εν τω ουρανώ το έλεος σου και η αλήθεια σου έως νεφελών. Η δικαιοσύνη σου ως όρη Θεού, τα κρίματα σου άβυσσος πολλή· Ανθώπους και κτήνη σώσεις, Κύριε. Ως επλήθυνας το έλεος σου, ο Θεός. Οι δε υιοί των ανθρώπων εν σκέπη των πτερύγων σου ελπιούσι. Μεθυσθήσονται από πιότητος οίκου σου και τον χειμάρρουν της τρυφής σου ποτιείς αυτούς. Ότι παρά σοι πηγή ζωής, εν τω φωτί σου οψόμεθα φως. Παράτεινον το έλεος σου τοις γινώσκουσι σε και την δικαιοσύνην σου τοις ευθέσι τη καρδία. Μη ελθέτω μοι πούς υπερηφανίας και χειρ αμαρτωλού μη σαλεύσαι με. Εκεί έπεσον πάντες οι εργαζόμενοι την ανομίαν· εξώσθησαν και ου μη δύνωνται στήναι.
Δόξα.... Και νυν.... Αλληλούια.
Μη παραζήλου εν πονηρευομένοις, μηδέ ζήλου τους ποιούντας την ανομίαν. Ότι ωσεί χόρτος ταχύ αποξηρανθήσεται και ωσεί λάχανα χλόης ταχύ αποπεσούνται. ΄Ελπισον επί Κύριον και ποίει χρηστότητα και κατασκήνου την γην και ποιμανθήση επί τω πλούτω αυτής. Κατατρύφησον του Κυρίου και δώσει σοι τα αιτήματα της καρδίας σου. Αποκάλυψον προς Κύριον την οδόν σου και έλπισον επ΄αυτόν και αυτός ποιήσει. Και εξοίσει ως φως την δικαιοσύνην σου και το κρίμα σου ως μεσημβρίαν. Υποτάγηθι τω Κυρίω και ικέτευσον αυτόν, μη παραζήλου εν τω κατευοδουμένω εν τη οδώ αυτού, εν ανθρώπω ποιούντι παρανομίαν. Παύσαι από οργής και εγκατάλιπε θυμόν, μη παραζήλου ώστε πονηρεύεσθαι. Ότι οι πονηρευόμενοι εξολοθρευθήσονται, οι δε υπομένοντες τον Κύριον, αυτοί κληρονομησουσι γήν. Και έτι ολίγον και ού μη υπάρξη ο αμαρτωλός και ζητήσεις τον τόπον αυτού και ού μη εύρης. Οι δε πραείς κληρονομήσουσι γήν και κατατρυφήσουσιν επί πλήθει ειρήνης. Παρατηρήσεται ο αμαρτωλός τον δίκαιον και βρύξει επ΄αυτόν τους οδόντας αυτού. Ο δε Κύριος εκγελάσεται αυτόν, ότι προβλέπει, οτι ήξει η ημέρα αυτού. Ρομφαίαν εσπάσαντο οι αμαρτωλοί, ενέτειναν τόξον αυτών του καταβαλείν πτωχόν και πένητα, του σφάξαι τους ευθείς τη καρδία. Η ρομφαία αυτών εισέλθοι εις τας καρδίας αυτών και τα τόξα αυτών συντριβείη. Κρείσσον ολίγον τω δικαίω, υπέρ πλούτον αμαρτωλών πολύν. Ότι βραχίονες αμαρτωλών συντριβήσονται, υποστηρίζει δε δίκαιους ο Κύριος. Γινώσκει Κύριος τας οδούς των αμώμων και η κληρονομία αυτών εις αιώνα έσται. Ού καταισχυνθήσονται εν καιρώ πονηρώ και εν ημέραις λιμού χορτασθήσονται. Ότι οι αμαρτωλοί απολούνται, οι δε εχθροί του Κυρίου, άμα τω δοξασθήναι αυτούς και υψωθήναι, εκλείποντες ωσεί καπνός εξέλιπον. Δανείζεται ο αμαρτωλός και ουκ αποτίσει· ο δε δίκαιος οικτείρει και δίδωσιν. Ότι οι ευλογούντες αυτον κληρονομήσουσι γην, οι δε καταρώμενοι αυτόν εξολοθρευθήσονται. Παρά Κυρίου τα διαβήματα ανθρώπου κατευθύνεται και την οδόν αυτού θελήσει σφόδρα. ΄Οταν πέση, ού καταρραχθήσεται· ότι Κύριος αντιστηρίζει χείρα αυτού. Νεώτερος εγενόμην και γαρ εγήρασα και ουκ είδον δίκαιον εγκαταλελειμμένον, ουδέ το σπέρμα αυτού ζητούν άρτους. ΄Ολην την ημέραν ελεεί και δανείζει ο δίκαιος και το σπέρμα αυτού εις ευλογίαν έσται. Έκκλινον από κακού και ποίησον αγαθόν και κατασκήνου εις αιώνα αιώνος. Ότι Κύριος αγαπά κρίσιν και ουκ εγκαταλείψει τους οσίους αυτού, εις τον αιώνα φυλαχθήσονται. ΄Ανομοι δε εκδιωχθήσονται και σπέρμα ασεβών εξολοθρευθήσεται. Δίκαιοι δε κληρονομήσουσι γην και κατασκηνώσουσιν εις αιώνα αιώνος επ΄αυτής. Στόμα δικαίου μελετήσει σοφίαν και η γλώσσα αυτού λαλήσει κρίσιν. Ο νόμος του Θεού αυτού εν καρδία αυτού και ούχ υποσκελισθήσεται τα διαβήματα αυτού. Κατανοεί ο αμαρτωλός τον δίκαιον και ζητεί του θανατώσαι αυτόν. Ο δε Κύριος ου μη εγκαταλίπη αυτόν εις τας χείρας αυτού, ουδέ μη καταδικάσηται αυτον, όταν κρίνηται αυτώ. Υπόμεινον τον Κύριον και φύλαξον την οδόν αυτού και υψώσει σε του κατακληρονομήσαι γήν· εν τω εξολοθρεύεσθαι αμαρτωλούς όψει. Είδον τον ασεβή υπερυψούμενον και επαιρόμενον ως τας κέδρους του Λιβάνου. Και παρήλθεν και ιδού ουκ ήν και εζήτησα αυτόν και ουχ ευρέθη ο τόπος αυτού. Φύλασσε ακακίαν και ίδε ευθύτητα, ότι έστιν εγκατάλειμμα ανθρώπω ειρηνικώ. Οι δε παράνομοι εξολοθρευθήσονται επί το αυτό· τα εγκαταλείμματα των ασεβών εξολοθρευθήσονται. Σωτηρία δε των δικαίων παρά Κυρίου και υπερασπιστής αυτών έστιν εν καιρώ θλίψεως. Και βοηθήσει αυτοίς Κύριος και ρύσεται αυτούς και εξελείται αυτους εξ αμαρτωλών και σώσει αυτούς, ότι ήλπισαν επ΄αυτόν.
Δόξα.... Και νυν.... Αλληλούια.
Κύριε, μη τω θυμώ σου ελέγξης με, μηδέ τη οργή σου παιδεύσης με. Ότι τα βέλη σου ενεπάγησάν μοι και επεστήριξας επ΄εμέ την χείρα σου. Ουκ έστιν ίασις εν τη σαρκί μου από προσώπου της οργής σου· ουκ έστιν ειρήνη εν τοις οστέοις μου από προσώπου των αμαρτιών μου. Ότι αι ανομίαι μου υπερήραν την κεφαλήν μου, ωσεί φορτίον βαρύ εβαρύνθησαν επ΄εμέ. Προσώζεσαν και εσάπησαν οι μώλωπες μου από προσώπου της αφροσύνης μου. Εταλαιπώρησα και κατεκάμφθην έως τέλους· όλην την ημέραν σκυθρωπάζων επορευόμην. Ότι αι ψόαι μου επλήσθησαν εμπαιγμάτων και ουκ έστιν ίασις εν τη σαρκί μου. Εκακώθην και εταπεινώθην έως σφόδρα, ωρυόμην από στεναγμού της καρδίας μου. Κύριε, εναντίον σου πάσα η επιθυμία μου και ο στεναγμός μου από σου ουκ απεκρύβη. Η καρδία μου εταράχθη, εγκατέλιπε με η ισχύς μου και το φως των οφθαλμών μου και αυτό ουκ έστι μετ΄εμού. Οι φίλοι μου και οι πλησίον μου εξ΄εναντίας μου ήγγισαν και έστησαν και οι έγγιστα μου από μακρόθεν έστησαν. Και εξεβιάζοντο οι ζητούντες την ψυχήν μου και οι ζητούντες τα κακά μοι ελάλησαν ματαιότητας και δολιότητας όλην την ημέραν εμελέτησαν. Εγώ δε ωσεί κωφός ουκ ήκουον και ωσεί άλαλος ουκ ανοίγων το στόμα αυτού. Και εγενόμην ωσεί άνθρωπος ουκ ακούων και ουκ έχων εν τω στόματι αυτού ελεγμούς. Ότι επί σοι, Κύριε, ήλπισα· συ εισακούση, Κύριε, ο Θεός μου. Ότι είπον· Μήποτε επιχαρώσι μοι οι εχθροί μου και εν τω σαλευθήναι πόδας μου, επ΄εμέ εμεγαλορρημόνησαν. Ότι εγώ εις μάστιγας έτοιμος και η αλγηδών μου ενώπιον μου έστι διαπαντός. Ότι την ανομίαν μου εγώ αναγγελώ και μεριμνήσω υπέρ της αμαρτίας μου. Οι δε εχθροί μου ζώσι και κεκραταίωνται υπέρ εμέ και επληθύνθησαν οι μισούντες με αδίκως. Οι ανταποδιδόντες μοι κακά αντί αγαθών ενδιέβαλλον με, επεί κατεδίωκον αγαθωσύνην. Μη εγκαταλίπης με, Κύριε ο Θεός μου, μη αποστής απ΄εμού. Πρόσχες εις την βοήθειαν μου, Κύριε της σωτηρίας μου.
Είπα· Φυλάξω τας οδούς μου του μη αμαρτάνειν με εν γλώσση μου· εθέμην τω στόματι μου φυλακήν εν τω συστήναι τον αμαρτωλόν εναντίον μου. Εκωφώθην και εταπεινώθην και εσίγησα εξ αγαθών και το άλγημα μου ανεκαινίσθη. Εθερμάνθη η καρδία μου εντός μου και εν τη μελέτη μου εκκαυθήσεται πυρ· ελάλησα εν γλώσση μου. Γνώρισον μοι, Κύριε, το πέρας μου και τον αριθμόν των ημερών μου, τίς έστιν, ίνα γνω τί υστερώ εγώ. Ιδού παλαιστάς έθου τας ημέρας μου και η υπόστασις μου ωσεί ουδέν ενώπιον σου· πλήν τα σύμπαντα ματαιότης, πας άνθρωπος ζων. Μέντοιγε εν εικόνι διαπορεύεται άνθρωπος, πλήν μάτην ταράσσεται· θησαυρίζει και ού γινώσκει τίνι συνάξει αυτά. Και νυν, τίς η υπομονή μου; ουχί ο Κύριος; και η υπόστασις μου παρά σου έστιν. Από πασών των ανομιών μου ρύσαι με· όνειδος άφρονι, έδωκας με. Εκωφώθην και ήνοιξα το στόμα μου, ότι συ εποίησας. Απόστησον απ΄εμού τας μάστιγας σου· από γαρ της ισχύος της χειρός σου εγώ εξέλιπον. Εν ελεγμοίς υπέρ ανομίας επαίδευσας άνθρωπον και εξέτηξας ως αράχνην την ψυχήν αυτού· πλήν μάτην ταράσσεται πας άνθρωπος. Εισάκουσον της προσευχής μου, Κύριε και της δεήσεως μου· ενώτισαι των δακρύων μου. Μη παρασιωπήσης, ότι παροικος εγώ είμι παρά σοι και παρεπίδημος, καθώς πάντες οι πατέρες μου. 'Ανες μου, ίνα αναψύξω προ του με απελθείν και ουκέτι ου μη υπάρξω.
Υπομένων υπέμεινα τον Κύριον και προσέσχε μοι και εισήκουσε της δεήσεως μου. Και ανήγαγε με εκ λάκκου ταλαιπωρίας και από πηλού ιλύος και έστησεν επί πέτραν τους πόδας μου και κατηύθυνε τα διαβήματα μου. Και ενέβαλεν εις το στόμα μου άσμα καινόν, ύμνον τω Θεώ ημών. ΄Οψονται πολλοί και φοβηθήσονται και ελπιούσιν επί Κύριον. Μακάριος ανήρ, ού έστι το όνομα Κυρίου ελπίς αυτού και ουκ επέβλεψεν εις ματαιότητας και μανίας ψευδείς. Πολλά εποίησας συ, Κύριε ο Θεός μου, τα θαυμάσια σου και τοις διαλογισμοίς σου ουκ έστι τίς ομοιωθήσεται σοι. Απήγγειλα και ελάλησα, επληθύνθησαν υπέρ αριθμόν. Θυσίαν και προσφοράν ουκ ηθέλησας, σώμα δε κατηρτίσω μοι. Ολοκαυτώματα και περί αμαρτίας ουκ ήτησας. Τότε είπον· Ιδού ήκω· εν κεφαλίδι βιβλίου γέγραπται περί εμού. Του ποιήσαι το θέλημα σου, ο Θεός μου, ηβουλήθην και τον νόμον σου εν μέσω της κοιλίας μου. Ευηγγελισάμην δικαιοσύνην εν εκκλησία μεγάλη· ιδού τα χείλη μου ου μη κωλύσω Κύριε, συ έγνως. Την δικαιοσύνην σου ουκ έκρυψα εν τη καρδία μου· την αλήθειαν σου και το σωτήριον σου είπα. Ουκ έκρυψα το έλεος σου και την αλήθειαν σου από συναγωγής πολλής. Συ δε, Κύριε, μη μακρύνης τους οικτοιρμούς σου απ΄εμού· το έλεος σου και η αλήθεια σου διαπαντός αντιλάβοιντο μου. Ότι περιέσχον με κακά, ων ουκ έστιν αριθμος· κατέλαβον με αι ανομίαι μου και ουκ ηδυνήθην του βλέπειν. Επληθύνθησαν υπέρ τας τρίχας της κεφαλής μου και η καρδία μου εγκατέλιπε με. Ευδόκησον, Κύριε, του ρύσασθαι με· Κύριε, εις το βοηθήσαι μοι πρόσχες. Καταισχυνθείησαν και εντραπείησαν άμα οι ζητούντες την ψυχήν μου του εξάραι αυτήν· αποστραφείησαν εις τα οπίσω και καταισχυνθείησαν οι θέλοντες μοι κακά. Κομισάσθωσαν παραχρήμα αισχύνην αυτών οι λέγοντες μοι, εύγε, εύγε. Αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί σοι πάντες οι ζητούντες σε, Κύριε και ειπάτωσαν διαπαντός, μεγαλυνθήτω ο Κύριος, οι αγαπώντες το σωτήριον σου. Εγώ δε πτωχός ειμί και πένης, Κύριος φροντιεί μοι· βοηθός μου και υπερασπιστής μου ει συ, ο Θεός μου, μη χρονίσης.
Δόξα.... Και νυν.... Αλληλούια
Μακάριος ο συνιών επί πτωχόν και πένητα, εν ημέρα πονηρά ρύσεται αυτόν ο Κύριος. Κύριος διαφυλάξαι αυτόν και ζήσαι αυτόν και μακαρίσαι αυτόν εν τη γη και μη παραδώ αυτόν εις χείρας εχθρών αυτού. Κύριος βοηθήσαι αυτώ επί κλίνης οδύνης αυτού, όλην την κοίτην αυτου έστρεψας εν τη αρρωστία αυτού. Εγώ είπα· Κύριε, ελέησον με, ίασαι την ψυχήν μου, ότι ήμαρτον σοι. Οι εχθροί μου είπον κακά μοι· πότε αποθανείται και απολείται το όνομα αυτού; Και εισεπορεύετο του ιδείν, μάτην ελάλει η καρδία αυτού, συνήγαγεν ανομίαν εαυτώ· εξεπορεύετο έξω και ελάλει επί το αυτό. Κατ΄εμού ελογίζοντο κακά μοι. Λόγον παράνομον κατέθεντο κατ΄ εμού· μη ο κοιμώμενος ουχί προσθήσει του αναστήναι; Και γαρ άνθρωπος της ειρήνης μου, εφ΄ον ήλπισα, ο εσθίων άρτους μου εμεγάλυνεν επ΄εμέ πτερνισμόν. Συ δε, Κύριε, ελέησον με και ανάστησον με και ανταποδώσω αυτοίς. Εν τούτω έγνων, ότι τεθέληκας με, ότι ου μη επιχαρή ο εχθρός μου επ΄εμέ. Εμού δε δια την ακακίαν αντελάβου και εβεβαίωσας με ενώπιον σου εις τον αιώνα. Ευλογητός Κύριος ο Θεός του Ισραήλ από του αιώνος και εις τον αιώνα. Γένοιτο, γένοιτο.
Ον τρόπον επιποθεί η έλαφος επί τας πηγάς των υδάτων, ούτως επιποθεί η ψυχή μου προς σε, ο Θεός. Εδίψησεν η ψυχή μου προς τον Θεόν, τον ισχυρόν, τον ζώντα· πότε ήξω και οφθήσομαι τω προσώπω του Θεού; Εγενήθη τα δάκρυα μου εμοί άρτος ημέρας και νυκτός, εν τω λέγεσθαι με καθ΄εκάστην ημέραν· Πού έστιν ο Θεός σου; Ταύτα εμνήσθην και εξέχεα επ΄εμέ την ψυχήν μου, ότι διελεύσομαι εν τόπω σκηνής θαυμαστής, έως του οίκου του Θεού, εν φωνή αγαλλιάσεως και εξομολογήσεως ήχου εορτάζοντος. Ινατί περίλυπος εί η ψυχή μου; και ινατί συνταράσσεις με; 'Ελπισον επί τον Θεόν, ότι εξομολογήσομαι αυτώ, σωτήριον του προσώπου μου και ο Θεός μου. Προς εμαυτόν η ψυχή μου εταράχθη, δια τούτο μνησθήσομαι σου εκ γης Ιορδάνου και Ερμωνιείμ, από όρους μικρού. Άβυσσος άβυσσον επικαλείται, εις φωνήν των καταρρακτών σου· πάντες οι μετεωρισμοί σου και τα κύματα σου επ΄εμέ διήλθον. Ημέρας εντελείται Κύριος το έλεος αυτού και νυκτός ωδή αυτώ, παρ΄εμοί προσευχή τω Θεώ της ζωής μου. Ερώ τω Θεώ· αντιλήπτωρ μου ει· Διατί μου επελάθου; και ινατί σκυθρωπάζων πορεύομαι εν τω εκθλίβειν τον εχθρόν μου; Εν τω καταθλάσθαι τα οστά μου, ωνείδιζον με οι εχθροί μου· εν τω λέγειν αυτούς μοι καθ΄εκάστην ημέραν· Πού έστιν ο Θεός σου; Ινατί περίλυπος εί η ψυχή μου; και ινατί συνταράσσεις με; 'Ελπισον επί τον Θεόν, ότι εξομολογήσομαι αυτώ, σωτήριον του προσώπου μου και ο Θεός μου.
Κρίνον με ο Θεός και δίκασον την δίκην μου εξ έθνους ούχ οσίου, από ανθρώπου αδίκου και δολίου ρύσαι με. Ότι συ εί ο Θεός κραταίωμα μου, ινατί απώσω με; και ινατί σκυθρωπάζων πορεύομαι, εν τω εκθλίβειν τον εχθρόν μου; Εξαπόστειλον το φως σου και την αληθειαν σου, αυτά με ωδήγησαν και ήγαγον με εις όρος άγιον σου και εις τα σκηνώματα σου. Και εισελεύσομαι προς το θυσιαστήριον του Θεού, προς τον Θεόν τον ευφραίνοντα την νεότητα μου· εξομολογήσομαι σοι εν κιθάρα, ο Θεός, ο Θεός μου. Ινατί περίλυπος εί η ψυχή μου; και ινατί συνταράσσεις με; ΄Ελπισον επί τον Θεόν, ότι εξομολογήσομαι αυτώ, σωτήριον του προσώπου μου και ο Θεός μου.
Δόξα.... Και νυν.... Αλληλούια.
Ο Θεός εν τοις ωσίν ημών ακούσαμεν και οι πατέρες ημών ανήγγειλαν ημίν έργον, ο ειργάσω εν ταις ημέραις αυτών, εν ημέραις αρχαίαις. Η χείρ σου έθνη εξωλόθρευσε και κατεφύτευσας αυτούς, εκάκωσας λαούς και εξέβαλες αυτούς. Ου γαρ εν τη ρομφαία αυτών εκληρονόμησαν γήν και ο βραχίων αυτών ούκ έσωσεν αυτούς. Αλλ΄ η δεξιά σου και ο βραχίων σου και ο φωτισμός του προσώπου σου, ότι ηυδόκησας εν αυτοίς. Συ ει αυτός ο Βασιλεύς μου και ο Θεός μου, ο εντελλόμενος τας σωτηρίας Ιακώβ. Εν σοι τους εχθρούς ημών κερατιούμεν και εν τω ονόματι σου εξουδενώσομεν τους επανισταμένους ημίν. Ού γαρ επί τω τόξω μου ελπιώ και η ρομφαία μου ού σώσει με. 'Εσωσας γαρ ημάς εκ των θλιβόντων ημάς και τους μισούντας ημάς κατήσχυνας. Εν τω Θεώ επαινεθησόμεθα όλην την ημέρας και εν τω ονόματι σου εξομολογηθησόμεθα εις τον αιώνα. Νυνί δε απώσω και κατήσχυνας ημάς και ουκ εξελεύση ο Θεός εν ταις δυνάμεσιν ημών. Απέστρεψας ημάς εις τα οπίσω παρά τους εχθρούς ημών και οι μισούντες ημάς διήρπαζον εαυτοίς. ΄Εδωκας ημάς ως πρόβατα βρώσεως και εν τοις έθνεσι διέσπειρας ημάς. Απέδου τον λαόν σου άνευ τιμής και ουκ ην πλήθος εν τοις αλαλάγμασιν ημών. 'Εθου ημάς όνειδος τοις γείτοσιν ημών, μυκτηρισμόν και χλευασμόν τοις κύκλω ημών. 'Εθου ημάς εις παραβολήν εν τοις έθνεσιν, κίνησιν κεφαλής εν τοις λαοίς. ΄Ολην την ημέραν η εντροπή μου κατεναντίον μου έστι και η αισχύνη του προσώπου μου εκάλυψε με. Από φωνής ονειδίζοντος και καταλαλούντος, από προσώπου εχθρού και εκδιώκοντος. Ταύτα πάντα ήλθεν εφ΄ ημάς και ούκ επελαθόμεθα σου και ούκ ηδικήσαμεν εν τη διαθήκη σου. Και ούκ απέστη εις τα οπίσω η καρδία ημών και εξέκλινας τας τρίβους ημών από της οδού σου. Ότι εταπείνωσας ημάς εν τόπω κακώσεως και επεκάλυψεν ημάς σκιά θανάτου. Ει επελαθόμεθα του ονόματος του Θεού ημών και εί διεπετάσαμεν χείρας ημών προς Θεόν αλλότριον. Ουχί ο Θεός εκζητήσει ταύτα; αυτός γαρ γινώσκει τα κρύφια της καρδίας. Ότι ένεκα σου θανατούμεθα όλην την ημέραν, ελογίσθημεν ως πρόβατα σφαγής. Εξεγέρθητι, ινατί υπνοίς, Κύριε; ανάστηθι και μη απώση εις τέλος. Ινατί το πρόσωπον σου αποστρέφεις; επιλανθάνη της πτωχείας ημών και της θλίψεως ημών; Ότι εταπεινώθη εις χουν η ψυχή ημών, εκολλήθη εις γην η γαστήρ ημών. Ανάστα Κύριε, βοήθησον ημίν και λύτρωσαι ημάς ένεκεν του ονόματός σου.
Εξηρεύξατο η καρδία μου λόγον αγαθόν· λέγω εγώ τα έργα μου τω βασιλεί· η γλώσσα μου κάλαμος γραμματέως οξυγράφου. Ωραίος κάλλει παρά τους υιούς των ανθρώπων, εξεχύθη χάρις εν χείλεσι σου, δια τούτο ευλόγησε σε ο Θεός εις τον αιώνα. Περίζωσαι την ρομφαίαν σου επι τον μηρόν σου, δυνατέ, τη ωραιότητι σου και τω κάλλει σου. Και έντεινον και κατευοδού και βασίλευε ένεκεν αληθείας και πραότητος και δικαιοσύνης· και οδηγήσει σε θαυμαστώς η δεξιά σου. Τα βέλη σου ηκονημένα, Δυνατέ, λαοί υποκάτω σου πεσούνται, εν καρδία εχθρών του βασιλέως. Ο θρόνος σου, ο Θεός, εις τον αιώνα του αιώνος· ράβδος ευθύτητος η ράβδος της βασιλείας σου. Ηγάπησας δικαιοσύνην και εμίσησας ανομίαν· δια τούτο έχρισε σε ο Θεός, ο Θεός σου, έλαιον αγαλλιάσεως παρά τους μετόχους σου. Σμύρνα και στακτή και κασσία από των ιματίων σου, από βάρεων ελεφαντίνων· εξ ων εύφραναν σε θυγατέρες βασιλέων εν τη τιμή σου. Παρέστη η βασίλισσα εκ δεξιών, εν ιματισμώ διαχρύσω περιβεβλημένη, πεποικιλμένη. 'Ακουσον, θύγατερ και ίδε και κλίνον το ους σου και επιλάθου του λαού σου και του οίκου του πατρός σου. Και επιθυμήσει ο βασιλεύς του κάλλους σου, ότι αυτός έστι Κύριος σου και προσκυνήσεις αυτώ. Και προσκυνήσουσιν αυτώ θυγατέρες Τύρου εν δώροις· το πρόσωπον σου λιτανεύσουσιν οι πλούσιοι του λαού. Πάσα η δόξα της θυγατρός του βασιλέως έσωθεν, εν κροσσωτοίς χρυσοίς περιβεβλημένη, πεποικιλμένη. Απενεχθήσονται τω βασιλεί παρθένοι οπίσω αυτής, αι πλησίον αυτής απενεχθήσονται σοι. Απενεχθήσονται εν ευφροσύνη και αγαλλιάσει, αχθήσονται εις ναόν βασιλέως. Αντί των πατέρων σου εγενήθησαν σοι υιοί· καταστήσεις αυτούς άρχοντας επί πάσαν την γην. Μνησθήσομαι του ονόματος σου εν πάση γενεά και γενεά· δια τούτο λαοί εξομολογήσονται σοι εις τον αιώνα και εις τον αιώνα του αιώνος.
Ο Θεός ημών καταφυγή και δύναμις, βοηθός εν θλίψεσι ταις ευρούσαις ημάς σφόδρα. Δια τούτο ού φοβηθησόμεθα εν τω ταράσσεσθαι την γην και μετατίθεσθαι όρη εν καρδίαις θαλασσών. ΄Ηχησαν και εταράχθησαν τα ύδατα αυτών, εταράχθησαν τα όρη εν τη κραταιότητι αυτού. Του ποταμού τα ορμήματα ευφραίνουσι την πόλιν του Θεού· ηγίασε το σκήνωμα αυτού ο Ύψιστος. Ο Θεός εν μέσω αυτής και ού σαλευθήσεται· βοηθησει αυτή ο Θεός το προς πρωί πρωί. Εταράχθησαν έθνη, έκλιναν βασιλείαι, έδωκε φωνήν αυτού ο Ύψιστος, εσαλεύθη η γη. Κύριος των δυνάμεων μεθ΄ημών, αντιλήπτωρ ημών ο Θεός Ιακώβ. Δεύτε και ίδετε τα έργα του Θεού, ά έθετο τέρατα επί της γης. Ανταναιρών πολέμους μέχρι των περάτων της γης· τόξον συντρίψει και συνθλάσει όπλον και θυρεούς κατακαύσει εν πυρί. Σχολάσατε και γνώτε, ότι εγώ είμι ο Θεός· υψωθήσομαι εν τοις έθνεσιν, υψωθήσομαι εν τη γη. Κύριος των δυνάμεων μεθ΄ ημών, αντιλήπτωρ ημών ο Θεός, Ιακώβ.
Δόξα.... Και νυν.... Αλληλούια.
Πάντα τα έθνη κροτήσατε χείρας, αλαλάξατε τω Θεώ εν φωνή αγαλλιάσεως. Ότι Κύριος ύψιστος, φοβερός, βασιλεύς μέγας επί πάσαν την γην. Υπέταξε λαούς ημίν και έθνη υπό τους πόδας ημών. Εξελέξατο ημίν την κληρονομίαν εαυτώ, την καλλονήν Ιακώβ, ήν ηγάπησεν. Ανέβη ο Θεός εν αλαλαγμώ, Κύριος εν φωνή σάλπιγγος. Ψάλατε τω Θεώ ημών, ψάλατε· ψάλατε τω βασιλεί ημών, ψάλατε. Ότι βασιλεύς πάσης της γης ο Θεός, ψάλατε συνετώς. Εβασίλευσεν ο Θεός επί τα έθνη· ο Θεός κάθηται επί θρόνου αγίου αυτού. Άρχοντες λαών συνήχθησαν μετά του Θεού Αβραάμ, ότι του Θεού οι κραταιοί της γης σφόδρα επήρθησαν.
Μέγας Κύριος και αινετός σφόδρα, εν πόλει του Θεού ημών, εν όρει αγίω αυτού, ευρίζω αγαλλιάματι πάσης της γης. Όρη Σιών, τα πλευρά του βορρά, η πόλις του βασιλέως του μεγάλου. Ο Θεός εν ταις βάρεσιν αυτής γινώσκεται, όταν αντιλαμβάνηται αυτής. Ότι ιδού οι βασιλείς της γής συνήχθησαν, διήλθοσαν επί το αυτό. Αυτοί ιδόντες ούτως εθαύμασαν, εταράχθησαν, εσαλεύθησαν, τρόμος επελάβετο αυτών· εκεί ωδίνες ως τικτούσης. Εν πνεύματι βιαίω συντρίψεις πλοία Θαρσείς. Καθάπερ ηκούσαμεν, ούτω και είδομεν εν πόλει Κυρίου των δυνάμεων, εν πόλει του Θεού ημών. Ο Θεός εθεμελίωσεν αυτήν εις τον αιώνα. Υπελάβομεν, ο Θεός, το έλεος σου εν μέσω του λαού σου. Κατά το όνομα σου, ο Θεός, ούτω και η αίνεσις σου επί τα πέρατα της γης, δικαιοσύνης πλήρης η δεξιά σου. Ευφρανθήτω το όρος Σιών και αγαλλιάσθωσαν αι θυγατέρες της Ιουδαίας ένεκεν κριμάτων, σου Κύριε. Κυκλώσατε Σιών και περιλάβετε αυτήν, διηγήσασθε εν τοις πύργοις αυτής. Θέσθε τας καρδίας υμών εις την δύναμιν αυτής και καταδιέλεσθε τας βάρεις αυτής, όπως αν διηγήσησθε εις γενεάν ετέραν. Ότι ούτος έστιν ο Θεός ημών εις τον αιώνα και εις τον αιώνα του αιώνος· αυτός ποιμανεί ημάς εις τους αιώνας.
Ακούσατε ταύτα πάντα τα έθνη, ενωτίσασθε πάντες οι κατοικούντες την οικουμένην. Οι τε γηγενείς και οι υιοί των ανθρώπων, επί το αυτό πλούσιος και πένης. Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν. Κλινώ εις παραβολήν το ούς μου, ανοίξω εν ψαλτηρίω το πρόβλημα μου. Ινατί φοβούμαι εν ημέρα πονηρά; η ανομία της πτέρνης μου κυκλώσει με. Οι πεποιθότες επί τη δυνάμει αυτών και επί τω πλήθει του πλούτου αυτών καυχώμενοι. Αδελφός ού λυτρούται, λυτρώσεται άνθρωπος; Ού δώσει τω Θεώ εξίλασμα εαυτού και την τιμήν της λυτρώσεως της ψυχής αυτού και εκοπίασεν εις τον αιώνα και ζήσεται εις τέλος. Ότι ούκ όψεται καταφθοράν, όταν ίδη σοφούς αποθνήσκοντας. Επί το αυτό άφρων και άνους απολούνται και καταλείψουσιν αλλοτρίοις τον πλούτον αυτών. Και οι τάφοι αυτών οικίαι αυτών εις τον αιώνα· σκηνώματα αυτών εις γενεάν και γενεάν, επεκαλέσαντο τα ονόματα αυτών επί των γαιών αυτών. Και άνθρωπος εν τιμή ων ού συνήκε· παρασυνεβλήθη τοις κτήνεσι τοις ανοήτοις και ωμοιώθη αυτοίς. Αύτη η οδός αυτών σκάνδαλον αυτοίς και μετά ταύτα εν τω στόματι αυτών ευδοκήσουσιν. Ως πρόβατα εν άδη έθεντο, θάνατος ποιμανεί αυτους. Και κατακυριεύσουσιν αυτών οι ευθείς το πρωϊ και η βοήθεια αυτών παλαιωθήσεται εν τω άδη, εκ της δόξης αυτών εξώσθησαν. Πλήν ο Θεός λυτρώσεται την ψυχήν μου εκ χειρός άδου όταν λαμβάνη με. Μη φοβού, όταν πλουτήση άνθρωπος, ή όταν πληθυνθή η δόξα του οίκου αυτού. Ότι ούκ εν τω αποθνήσκειν αυτόν λήψεται τα πάντα, ουδέ συγκαταβήσεται αυτώ η δόξα αυτού. Ότι η ψυχή αυτού εν τη ζωή αυτού ευλογηθήσεται, εξομολογήσεται σοι, όταν αγαθύνης αυτώ. Εισελεύσεται έως γενεάς πατέρων αυτού, έως αιώνος ούκ όψεται φως. Και άνθρωπος εν τιμή ών ού συνήκε· παρασυνεβλήθη τοις κτήνεσι τοις ανοήτοις και ωμοιώθη αυτοίς.
Δόξα.... Και νυν.... Αλληλούια.
Θεός Θεών Κύριος ελάλησε και εκάλεσε την γην από ανατολών ηλίου μέχρι δυσμών. Εκ Σιών η ευπρέπεια της ωραιότητος αυτού. Ο Θεός εμφανώς ήξει, ο Θεός ημών και ου παρασιωπήσεται. Πύρ ενώπιον αυτού καυθήσεται και κύκλω αυτού καταιγίς σφόδρα. Προσκαλέσεται τον ουρανόν άνω και την γην, του διακρίναι τον λαόν αυτού. Συναγάγετε αυτώ τους οσίους αυτού, τους διατιθεμένους την διαθήκην αυτού επί θυσίαις. Και αναγγελούσιν οι ουρανοί την δικαιοσύνην αυτού ότι ο Θεός κριτής έστιν. 'Ακουσον, λαός μου και λαλήσω σοι, Ισραήλ και διαμαρτύρομαι σοι· ο Θεός, ο Θεός σου ειμί εγώ. Ούκ επι ταις θυσίαις σου ελέγξω σε, τα δε ολοκαυτώματα σου ενώπιον μου έστι διαπαντός. Ού δέξομαι εκ του οίκου σου μόσχους, ουδέ εκ των ποιμνίων σου χιμάρους. Ότι εμά έστι πάντα τα θηρία του αγρού, κτήνη εν τοις όρεσι και βόες. 'Εγνωκα πάντα τα πετεινά του ουρανού και ωραιότης μετ΄εμού έστιν. Εάν πεινάσω, ου μη σοι είπω, εμή γαρ έστιν η οικουμένη και το πλήρωμα αυτής. Μή φάγομαι κρέας ταύρων, ή αίμα τράγων πίομαι; Θύσον τω Θεώ θυσίαν αινέσεως και απόδος τω Υψίστω τας ευχάς σου. Και επικαλέσαι με εν ημέρα θλίψεως σου και εξελούμαι σε και δοξάσεις με. Τω δε αμαρτωλώ είπεν ο Θεός· Ινατί συ εκδιηγή τα δικαιώματα μου και αναλαμβάνεις την διαθήκην μου δια στόματος σου; Σύ εμίσησας παιδείαν και εξέβαλες τους λόγους μου εις τα οπίσω. Ει εθεώρεις κλέπτην, συνέτρεχες αυτώ και μετά μοιχού την μερίδα σου ετίθεις. Το στόμα σου επλεόνασε κακίαν και η γλώσσα σου περιέπλεκε δολιότητας. Καθήμενος κατά του αδελφού σου κατελάλεις και κατά του υιού της μητρός σου ετίθεις σκάνδαλον. Ταύτα εποίησας και εσίγησα· υπέλαβες ανομίαν, ότι έσομαι σοι όμοιος· ελέγξω σε και παραστήσω κατά πρόσωπον σου τας αμαρτίας σου. Σύνετε δη ταύτα, οι επιλανθανόμενοι του Θεού, μήποτε αρπάση και ού μη ή ο ρυόμενος. Θυσία αινέσεως δοξάσει με και εκεί οδός, ή δείξω αυτώ το σωτήριόν μου.
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ 2 ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ.
ΕΛΕΗΣΟΝ με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· 4 ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 5 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. 6 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 7 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 8 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 9 ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 10 ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 11 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 12 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 13 μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 14 ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 15 διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. 16 ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 17 Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 18 ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 19 θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. 20 ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· 21 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.